|
startpagina | rubriekoverzicht
> grieks > plato |
Plato,
Protagoras 313c-314b
|
Griekse tekst |
[313c] (...) « Ἆρ’ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς
τυγχάνει ὢν ἔμπορός
τις ἢ κάπηλος τῶν
ἀγωγίμων, ἀφ’ ὧν ψυχὴ
τρέφεται; Φαίνεται
γὰρ ἔμοιγε
τοιοῦτός τις. » « Τρέφεται
δέ, ὦ Σώκρατες, ψυχὴ τίνι;
» « Μαθήμασιν δήπου, » ἦν δ’ ἐγώ. « Καὶ ὅπως
γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν
ἃ πωλεῖ ἐξαπατήσῃ
ἡμᾶς, ὥσπερ οἱ
περὶ τὴν τοῦ σώματος
τροφήν, ὁ [313d] ἔμπορός
τε καὶ κάπηλος. Καὶ γὰρ
οὗτοί που ὧν ἄγουσιν
ἀγωγίμων οὔτε
αὐτοὶ ἴσασιν ὅ
τι χρηστὸν ἢ
πονηρὸν περὶ τὸ
σῶμα, ἐπαινοῦσιν
δὲ πάντα πωλοῦντες, οὔτε οἱ
ὠνούμενοι παρ’
αὐτῶν, ἐὰν μή
τις τύχῃ
γυμναστικὸς ἢ ἰατρὸς
ὤν. Οὕτω δὲ
καὶ οἱ τὰ μαθήματα
περιάγοντες
κατὰ τὰς πόλεις
καὶ πωλοῦντες
καὶ καπηλεύοντες
τῷ ἀεὶ ἐπιθυμοῦντι
ἐπαινοῦσιν μὲν πάντα
ἃ πωλοῦσιν, τάχα δ’ ἄν
τινες, ὦ ἄριστε, καὶ τούτων
ἀγνοοῖεν ὧν
πωλοῦσιν ὅ τι
χρηστὸν ἢ
πονηρὸν [313e] πρὸς τὴν
ψυχήν· ὡς δ’ αὕτως
καὶ οἱ ὠνούμενοι
παρ’ αὐτῶν, ἐὰν μή τις τύχῃ
περὶ τὴν ψυχὴν
αὖ ἰατρικὸς ὤν. Εἰ μὲν
οὖν σὺ τυγχάνεις
ἐπιστήμων τούτων
τί χρηστὸν καὶ
πονηρόν, ἀσφαλές
σοι ὠνεῖσθαι
μαθήματα καὶ
παρὰ Πρωταγόρου
καὶ παρ’ ἄλλου ὁτουοῦν·
εἰ δὲ μή, ὅρα, ὦ μακάριε, [314a] μὴ περὶ
τοῖς φιλτάτοις
κυβεύῃς τε καὶ
κινδυνεύῃς. Καὶ γὰρ
δὴ καὶ πολὺ μείζων
κίνδυνος ἐν τῇ
τῶν μαθημάτων ὠνῇ
ἢ ἐν τῇ τῶν σιτίων. Σιτία μὲν
γὰρ καὶ ποτὰ
πριάμενον παρὰ
τοῦ καπήλου καὶ
ἐμπόρου ἔξεστιν
ἐν ἄλλοις ἀγγείοις
ἀποφέρειν, καὶ πρὶν
δέξασθαι αὐτὰ
εἰς τὸ σῶμα πιόντα
ἢ φαγόντα, καταθέμενον
οἴκαδε ἔξεστιν
συμβουλεύσασθαι,
παρακαλέσαντα
τὸν ἐπαίοντα ὅ
τι τε ἐδεστέον ἢ
ποτέον καὶ ὅ τι
μή, καὶ ὁπόσον
καὶ ὁπότε· ὥστε
ἐν τῇ ὠνῇ οὐ μέγας
ὁ [314b] κίνδυνος. Μαθήματα
δὲ οὐκ ἔστιν ἐν
ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλ’ ἀνάγκη, καταθέντα
τὴν τιμήν, τὸ μάθημα
ἐν αὐτῇ τῇ ψυξῇ
λαβόντα καὶ
μαθόντα ἀπιέναι
ἢ βεβλαμμένον ἢ
ὠφελημένον. Ταῦτα οὖν
σκοπώμεθα καὶ
μετὰ τῶν
πρεσβυτέρων ἡμῶν·
ἡμεῖς γὰρ ἔτι νέοι
ὥστε τοσοῦτον
πρᾶγμα διελέσθαι. » (...)