|
startpagina | rubriekoverzicht
> grieks > homerus |
Homerus,
Ilias 6, 440-473
|
Griekse tekst |
Τὴν δ’ αὖτε
προσέειπε μέγας
κορυθαίολος Ἕκτωρ·
[440]
« Ἦ καὶ ἐμοὶ
τάδε πάντα μέλει, γύναι· ἀλλὰ
μάλ’ αἰνῶς
αἰδέομαι
Τρῶας καὶ Τρῳάδας
ἑλκεσιπέπλους,
αἴ κε
κακὸς ὣς νόσφιν
ἀλυσκάζω πολέμοιο·
οὐδέ με
θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι
ἐσθλὸς
αἰεὶ καὶ
πρώτοισι μετὰ
Τρώεσσι μάχεσθαι,
[445]
ἀρνύμενος
πατρός τε μέγα
κλέος ἠδ’ ἐμὸν αὐτοῦ.
Εὖ γὰρ ἐγὼ
τόδε οἶδα κατὰ
φρένα καὶ κατὰ
θυμόν·
ἔσσεται
ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος
ἱρὴ
καὶ Πρίαμος
καὶ λαὸς ἐϋμμελίω
Πριάμοιο.
Ἀλλ’ οὔ μοι
Τρώων τόσσον
μέλει ἄλγος ὀπίσσω,
[450]
οὔτ’ αὐτῆς
Ἑκάβης οὔτε
Πριάμοιο ἄνακτος
οὔτε
κασιγνήτων, οἵ κεν
πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι
πέσοιεν ὑπ’ ἀνδράσι
δυσμενέεσσιν,
ὅσσον
σεῖ’, ὅτε κέν τις Ἀχαιῶν
χαλκοχιτώνων
δακρυόεσσαν
ἄγηται, ἐλεύθερον
ἦμαρ ἀπούρας.
[455]
Καί κεν ἐν
Ἄργει ἐοῦσα, πρὸς ἄλλης
ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ
φορέοις Μεσσηίδος
ἢ Ὑπερείης,
πόλλ’ ἀεκαζομένη, κρατερὴ
δ’ ἐπικείσετ’ ἀνάγκη·
καί ποτέ
τις εἴπῃσιν, ἰδὼν κατὰ δάκρυ
χέουσαν·
‘ ῞Εκτορος ἥδε
γυνή, ὃς ἀριστεύεσκε
μάχεσθαι
[460]
Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφεμάχοντο. ’
Ὥς ποτέ
τις ἐρέει, σοὶ δ’ αὖ νέον
ἔσσεται ἄλγος
χήτεϊ
τοιοῦδ’ ἀνδρός, ἀμύνειν δούλιον
ἦμαρ.
Ἀλλά με
τεθνηῶτα χυτὴ
κατὰ γαῖα καλύπτοι,
πρίν γέ
τι σῆς τε βοῆς
σοῦ θ’ ἑλκηθμοῖο
πυθέσθαι. »
[465]
Ὣς εἰπὼν
οὗ παιδὸς ὀρέξατο
φαίδιμος Ἕκτωρ·
ἂψ δ’ ὁ πάϊς πρὸς
κόλπον ἐϋζώνοιο
τιθήνης
ἐκλίνθη
ἰάχων,
πατρὸς φίλου ὄψιν
ἀτυχθείς,
ταρβήσας
χαλκόν τε ἰδὲ λόφον
ἱππιοχαίτην,
δεινὸν ἀπ’
ἀκροτάτης κόρυθος
νεύοντα νοήσας·
[470]
ἐκ δ’ ἐγέλασσε
πατήρ τε φίλος
καὶ πότνια μήτηρ.
Αὐτίκ’ ἀπὸ
κρατὸς κόρυθ’ εἵλετο
φαίδιμος Ἕκτωρ,
καὶ τὴν
μὲν κατέθηκεν ἐπὶ
χθονὶ παμφανόωσαν.