|
startpagina | rubriekoverzicht
> grieks > homerus |
Homerus,
Ilias 1, 68-120
|
Griekse tekst |
Ἦ τοι ὅ
γ’ ὣς εἰπὼν
κατ’ ἄρ’ ἕζετο·
τοῖσι δ’ ἀνέστη
Κάλχας
Θεστορίδης, οἰωνοπόλων
ὄχ’ ἄριστος,
ὃς ᾔδη τά
τ’ ἐόντα τά τ’ ἐσσόμενα
πρό τ’ ἐόντα,
[70]
καὶ νήεσσ’
ἡγήσατ’ Ἀχαιῶν Ἴλιον
εἴσω
ἣν διὰ
μαντοσύνην, τήν οἱ
πόρε Φοῖβος Ἀπόλλων·
ὅ σφιν ἐὺ
φρονέων ἀγορήσατο
καὶ μετέειπεν·
« Ὦ
Ἀχιλεῦ,
κέλεαί με, διίφιλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο
ἄνακτος·
[75]
τοιγὰρ ἐγὼν
ἐρέω,
σὺ δὲ σύνθεο καί
μοι ὄμοσσον
ἦ μέν
μοι πρόφρων ἔπεσιν
καὶ χερσὶν ἀρήξειν.
Ἦ γὰρ ὀΐομαι
ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων
κρατέει, καί οἱ
πείθονται Ἀχαιοί.
Κρείσσων
γὰρ βασιλεύς, ὅτε χώσεται
ἀνδρὶ χέρηι·
[80]
εἴ περ γάρ
τε χόλον γε καὶ
αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε
καὶ μετόπισθεν
ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν
ἑοῖσι.
Σὺ δὲ φράσαι, εἴ με σαώσεις. »
Τὸν δ’ ἀπαμειβόμενος
προσέφη πόδας ὠκὺς
Ἀχιλλεύς·
« Θαρσήσας
μάλα εἰπὲ
θεοπρόπιον ὅ
τι οἶσθα·
[85]
οὐ μὰ γὰρ
Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,
εὐχόμενος
Δαναοῖσι
θεοπροπίας ἀναφαίνεις,
οὔ τις, ἐμεῦ ζῶντος
καὶ ἐπὶ χθονὶ
δερκομένοιο,
σοὶ κοίλῃς
παρὰ νηυσὶ
βαρείας χεῖρας
ἐποίσει
συμπάντων
Δαναῶν,
οὐδ’ ἢν Ἀγαμέμνονα
εἴπῃς, [90]
ὃς νῦν
πολλὸν ἄριστος
Ἀχαιῶν εὔχεται
εἶναι. »
Καὶ τότε
δὴ θάρσησε καὶ
ηὔδα μάντις ἀμύμων·
« Οὔτ’
ἄρ’ ὅ γ’
εὐχωλῆς ἐπιμέμφεται
οὔθ’ ἑκατόμβης,
ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνων,
οὐδ’ ἀπέλυσε
θύγατρα καὶ οὐκ
ἀπεδέξατ’ ἄποινα·
[95]
τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν Ἑκηβόλος
ἠδ’ ἔτι δώσει.
Οὐδ’ ὅ
γε πρὶν Δαναοῖσιν
ἀεικέα λοιγὸν ἀπώσει,
πρίν γ’ ἀπὸ πατρὶ φίλῳ
δόμεναι ἑλικώπιδα
κούρην
ἀπριάτην, ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην
ἐς Χρύσην·
τότε κέν μιν ἱλασσάμενοι
πεπίθοιμεν. » [100]
Ἦ τοι ὅ
γ’ ὣς εἰπὼν
κατ’ ἄρ’ ἕζετο·
τοῖσι δ’ ἀνέστη
ἥρως Ἀτρεΐδης
εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος·
μένεος δὲ μέγα
φρένες ἀμφιμέλαιναι
πίμπλαντ’, ὄσσε δέ οἱ
πυρὶ λαμπετόωντι
ἐΐκτην.
Κάλχαντα
πρώτιστα κάκ’ ὀσσόμενος
προσέειπεν·
[105]
« Μάντι
κακῶν,
οὔ πώ ποτέ μοι τὸ
κρήγυον εἶπας·
αἰεί
τοι τὰ κάκ’ ἐστὶ
φίλα φρεσὶ
μαντεύεσθαι,
ἐσθλὸν
δ’ οὔτε τί
πω εἶπας ἔπος οὔτ’
ἐτέλεσσας.
Καὶ νῦν ἐν
Δαναοῖσι
θεοπροπέων ἀγορεύεις,
ὡς δὴ τοῦδ’
ἕνεκά σφιν Ἑκηβόλος
ἄλγεα τεύχει,
[110]
οὕνεκ’ ἐγὼ
κούρης Χρυσηίδος
ἀγλά’ ἄποινα
οὐκ ἔθελον
δέξασθαι, ἐπεὶ πολὺ
βούλομαι αὐτὴν
οἴκοι ἔχειν. Καὶ γάρ
ῥα Κλυταιμνήστρης
προβέβουλα,
κουριδίης
ἀλόχου, ἐπεὶ οὔ
ἑθέν ἐστι χερείων,
οὐ δέμας
οὐδὲ φυήν, οὔτ’ ἂρ
φρένας οὔτε τι ἔργα.
[115]
Ἀλλὰ καὶ
ὣς ἐθέλω δόμεναι
πάλιν,
εἰ τό γ’ ἄμεινον·
βούλομ’ ἐγὼ
λαὸν σόον ἔμμεναι
ἢ ἀπολέσθαι.
Αὐτὰρ ἐμοὶ
γέρας αὐτίχ’ ἑτοιμάσατ’, ὄφρα μὴ οἶος
Ἀργείων
ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικεν·
λεύσσετε
γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται
ἄλλῃ. »
[120]